Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.364 Joseph. AJ 16.369 (English) >>Joseph. AJ 16.375

16.367

Ταῦτα τοῦ βασιλέως εἰπόντος καὶ τῶν νεανίσκων οὐδὲ ἕως ἀπολογίας παρηγμένων συμφρονήσαντες οἱ κατὰ τὸ συνέδριον, ὡς ἐπιεικείας καὶ διαλλαγῶν χεῖρον ἔχοι, τὴν ἐξουσίαν ἐβεβαίουν αὐτῷ. 16.368καὶ πρῶτον μὲν Σατορνῖνος ἀνὴρ ὑπατικὸς καὶ τῶν ἐπʼ ἀξιώματος ἀπεφήνατο γνώμην ἀηδεστάτῃ περιστάσει χρώμενος· ἔφη γὰρ καταδικάζειν μὲν τῶν Ἡρώδου παίδων, κτείνειν δʼ οὐκ οἴεσθαι δικαιοῦν αὐτὸς παῖδας ἔχων καὶ τοῦ πάθους μείζονος ὄντος, εἰ καὶ πάντα διʼ αὐτοὺς δεδυστύχηκεν. 16.369μετʼ ἐκεῖνον οἱ Σατορνίνου παῖδες, εἵποντο γὰρ αὐτῷ πρεσβευταὶ τρεῖς ὄντες, τὴν αὐτὴν γνώμην ἀπεφήναντο, Οὐολόμνιος δὲ ἄντικρυς ἔφη κολάζειν θανάτῳ τοὺς οὕτως ἀσεβήσαντας εἰς τὸν πατέρα. τὰ δʼ αὐτὰ καὶ τῶν ἑξῆς οἱ πλείους, ὥστε καὶ μηκέτι ἄλλο τι δοκεῖν καταδεδικάσθαι τὴν ἐπὶ θανάτῳ τοὺς νεανίσκους. 16.370κἀκεῖθεν μὲν εὐθὺς Ἡρώδης ἧκεν ἄγων αὐτοὺς εἰς Τύρον, καὶ τοῦ τε Νικολάου πλεύσαντος ὡς αὐτὸν ἐκ τῆς Ῥώμης ἐπυνθάνετο προδιηγησάμενος τὰ ἐν Βηρυτῷ, ἥντινʼ ἔχοιεν γνώμην περὶ τῶν παίδων αὐτοῦ καὶ οἱ ἐν Ῥώμῃ αὐτοῦ φίλοι, 16.371κἀκεῖνος εἶπεν, ὅτι δοκεῖ μὲν ἀσεβῆ εἶναι τὰ ἐκείνοις περὶ σὲ ἐγνωσμένα, χρῆναι μέντοι αὐτοὺς καθείρξαντα δεσμώτας φυλάττειν, 16.372καὶ εἰ μὲν ἑτέρως σοι δοκοίη κολάζειν αὐτούς, μὴ φαίνοιο ὀργῇ τὸ πλεῖον γνώμῃ κεχρῆσθαι, εἰ δὲ τἀναντία ἀπολύειν, μὴ ἀνεπανόρθωτον εἴη σοι τὸ ἀτύχημα. ταῦτα δοκεῖ καὶ ἐν Ῥώμη τοῖς πλείστοις τῶν σῶν φίλων.” καὶ ὃς σιωπήσας ἐν πολλῇ ἐγένετο συννοίᾳ κἀκεῖνον ἐκέλευσεν συμπλεῖν αὐτῷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.364 Joseph. AJ 16.369 (English) >>Joseph. AJ 16.375

Powered by PhiloLogic